Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.74.1 | Hdt. 6.75.3 (English) | >>Hdt. 6.76.2 |
6.75.1
μαθόντες δὲ Κλεομένεα Λακεδαιμόνιοι ταῦτα πρήσσοντα , κατῆγον αὐτὸν δείσαντες ἐπὶ τοῖσι αὐτοῖσι ἐς Σπάρτην τοῖσι καὶ πρότερον ἦρχε . κατελθόντα δὲ αὐτὸν αὐτίκα ὑπέλαβε μανίη νοῦσος , ἐόντα καὶ πρότερον ὑπομαργότερον · ὅκως γὰρ τεῷ ἐντύχοι Σπαρτιητέων , ἐνέχραυε ἐς τὸ πρόσωπον τὸ σκῆπτρον .
6.75.2 ποιέοντα δὲ αὐτὸν ταῦτα καὶ παραφρονήσαντα ἔδησαν οἱ προσήκοντες ἐν ξύλῳ · ὁ δὲ δεθεὶς τὸν φύλακον μουνωθέντα ἰδὼν τῶν ἄλλων αἰτέει μάχαιραν · οὐ βουλομένου δὲ τὰ πρῶτα τοῦ φυλάκου διδόναι ἀπείλεε τά μιν αὖτις ποιήσει , ἐς ὃ δείσας τὰς ἀπειλὰς ὁ φύλακος (ἦν γὰρ τῶν τις εἱλωτέων ) διδοῖ οἱ μάχαιραν .
6.75.3 Κλεομένης δὲ παραλαβὼν τὸν σίδηρον ἄρχετο ἐκ τῶν κνημέων ἑωυτὸν λωβώμενος · ἐπιτάμνων γὰρ κατὰ μῆκος τὰς σάρκας προέβαινε ἐκ τῶν κνημέων ἐς τοὺς μηρούς , ἐκ δὲ τῶν μηρῶν ἔς τε τὰ ἰσχία καὶ τὰς λαπάρας , ἐς ὃ ἐς τὴν γαστέρα ἀπίκετο , καὶ ταύτην καταχορδεύων ἀπέθανε τρόπῳ τοιούτῳ , ὡς μὲν οἱ πολλοὶ λέγουσι Ἑλλήνων , ὅτι τὴν Πυθίην ἀνέγνωσε τὰ περὶ Δημαρήτου λέγειν γενόμενα , ὡς δὲ Ἀθηναῖοι μοῦνοι λέγουσι , διότι ἐς Ἐλευσῖνα ἐσβαλὼν ἔκειρε τὸ τέμενος τῶν θεῶν , ὡς δὲ Ἀργεῖοι , ὅτι ἐξ ἱροῦ αὐτῶν τοῦ Ἄργου Ἀργείων τοὺς καταφυγόντας ἐκ τῆς μάχης καταγινέων κατέκοπτε καὶ αὐτὸ τὸ ἄλσος ἐν ἀλογίῃ ἔχων ἐνέπρησε .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.74.1 | Hdt. 6.75.3 (English) | >>Hdt. 6.76.2 |